Page:Ésope - Fables - Émile Chambry.djvu/361

La bibliothèque libre.
Cette page n’a pas encore été corrigée

Ὁ δὲ γελάσας πρὸς αὐτὴν οὕτως ἔφη·
« Ἄρτι τεθνήξῃ χερσί σου ταῖς ἰδίαις·
ἅπαν γὰρ κακόν, οὐ μικρόν, οὐδὲ μέγα
οὐδ᾽ ὅλως πρέπει καθόλου φυῆναι. »

Ὁ μῦθος δηλοῖ ὅτι ὁ κακὸς οὐ πρέπει ἐλεηθῆναι, κἂν μέγας ᾖ, κἂν μικρός.

358


Ψύλλα καὶ βοῦς.


Ψύλλα δέ ποτε τὸν βοῦν οὕτως ἠρώτα·
« Τί δὴ [παθὼν] ἀνθρώποις ὁσημέραι δουλεύεις,
καὶ ταῦτα ὑπερμεγέθης καὶ ἀνδρεῖος [τυγχάνων],
μοῦ σάρκας αὐτῶν οἰκτίστως διασπώσης
καὶ τὸ αἷμα <αὐτῶν> χανδόθεν πινούσης; »
Ὁ δ᾽· « Οὐκ ἄχαρίς εἰμι μερόπων γένει·
στέργομαι γὰρ παρὰ αὐτῶν καὶ φιλοῦμαι [ἐκτόπως],
τρίϐομαί τε συχνῶς μέτωπόν [τε] καὶ ὤμους. »
Ἡ δέ· « Ἀλλ᾽ ἐμοὶ γοῦν τέως τῇ δειλαίᾳ
ἡ σοὶ φίλη τρίψις οἴκτιστος <δὴ> μόρος,
ὅτε καὶ τύχῃ συμϐαίνει <μοι ἁλῶναι>. »

Ὅτι οἱ διὰ τοῦ λόγου ἀλαζόνες καὶ ὑπὸ τοῦ εὐτελοῦς ἡττῶνται.