Page:Démosthène - Œuvres complètes, Auger, 1820, tome 3.djvu/39

La bibliothèque libre.
Le texte de cette page a été corrigé et est conforme au fac-similé.
περὶ τῶν πρ. Ἀλέξ. Συνθ. λογ. 27


ἐντεῦθεν διδασκάλους τοὺς ὑπαγορεύοντας αὐτοῖς ἃ δεῖ ποιεῖν· οὕτω δὲ κατεγνώκασι μετὰ τούτων ἀδιήγητόν τινα τῆς πόλεως ἔκλυσιν καὶ μαλακίαν, καὶ οὔτε πρόνοιαν περὶ τῶν μελλόντων εἶναι, οὔτε λογισμὸν οὐδένα παραγίγνεσθαι τίνα τρόπον χρῆται ὁ τύραννος ταῖς κοιναῖς ὁμολογίαις αἷς ἐγὼ διακελεύομαι, ὦ ἄνδρες Ἀθηναῖοι, πείθεσθαι, καθάπερ ἐδίδαξα, καὶ διαβεβαιωσαίμην ἄν, ὡς τοῦθ’ἡλικίας ἔχων, ἅμα καὶ τῷ δικαίῳ ἡμᾶς ἀνεγκλήτως καὶ τοῖς καιροῖς ἀσφαλέστατα χρήσεσθαι τοῖς ἐπὶ τὸ συμφέρον κατεπείγουσιν

Καὶ γὰρ ἔτι προσγέγραπται ἐν ταῖς συνθήκαις, ἐὰν βουλώμεθα τῆς κοινῆς εἰρήνης μετέχειν· τὸ δ’ἐὰν βουλώμεθα ἐστὶν ἅμα καὶ τοὐναντίον, εἰ ἄρα ποτὲ δεῖ παύσασθαι αἰσχρῶς ἑτέροις ἀκολουθοῦντας, ἢ μηδ’ἀναμνησθῆναι μηδεμιᾶς φιλοτιμίας τῶν ἐξ ἀρχαιοτάτου καὶ πλείστων καὶ μάλιστα πάντων ἀνθρώπων ἡμῖν ὑπαρχουσῶν. Ἐὰν οὖν κελεύητ’, ὦ ἄνδρες Ἀθηναῖοι, γράψω, καθάπερ αἱ συνθῆκαι κελεύουσι, πολεμεῖν τοῖς παραβεβηκόσιν