Aller au contenu

Page:Démosthène - Œuvres complètes, Auger, 1820, tome 6.djvu/43

La bibliothèque libre.
Le texte de cette page a été corrigé et est conforme au fac-similé.
33
Ο ΠΡΟΣ ΛΕΠΤΙΝΗΝ ΛΟΡΟΣ.


στειλεν, ἀλλὰ τοσοῦτον ὥστε πεντεκαίδεκ’ἀργυρίου τάλαντα, ἃ Καλλισθένης διῴκησε, προσπεριγενέσθαι Τί οὖν οἴεσθ’, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτον τὸν τοιοῦτον περὶ ὑμᾶς γεγενημένον, ἐὰν ἀκούσῃ νόμῳ τὴν ἀτέλειαν ὑμᾶς ἀφῃρημένους αὐτὸν καὶ μηδ’ἂν μεταδόξῃ ποτὲ ψηφισαμένους ἐξεῖναι δοῦναι ; Ἆρ’ἀγνοεῖθ’ὅτι ὁ αὐτὸς νόμος οὗτος ἐκεῖνόν τ’ἀφαιρήσεται τὴν ἀτέλειαν, κύριος ἂν γένηται, καὶ ὑμῶν τοὺς παρ’ἐκείνου σιτηγοῦντας ; Οὐ γὰρ δήπου τοῦτό γ’ὑπείληφεν οὐδείς, ὡς ἐκεῖνος ὑπομενεῖ ἑαυτῷ μὲν ἀκύρους εἶναι τὰς παρ’ὑμῶν δωρειάς, ὑμῖν δὲ μένειν τὰς παρ’ἑαυτοῦ Οὐκοῦν πρὸς πολλοῖς οἷς βλάψειν ὑμᾶς ὁ νόμος φαίνεται, καὶ προσαφαιρεῖταί τι τῶν ὑπαρχόντων ἤδη. Εἶθ’ὑμεῖς ἔτι σκοπεῖτ’εἰ χρὴ τοῦτον ἐξαλεῖψαι, καὶ οὐ πάλαι βεβούλευσθε ; Ἀνάγνωθι λαβὼν αὐτοῖς τὰ ψηφίσματα τὰ περὶ τοῦ Λεύκωνος

ΨΗΦΙΣΜΑΤΑ.

Ὡς μὲν εἰκότως καὶ δικαίως τετύχηκεν τῆς ἀτελείας παρ' ὑμῶν ὁ Λεύκων, ἀκηκόατ' ἐκ τῶν ψηφισμάτων, ὦ ἄνδρες δικασταί. Τούτων δ' ἁπάντων στήλας ἀντιγράφους ἐστήσαθ' ὑμεῖς κἀκεῖνος, τὴν μὲν ἐν Βοσπόρῳ, τὴν δ' ἐν Πειραιεῖ, τὴν δ' ἐφ' Ἱερῷ. Σκοπεῖτε δὴ πρὸς ὅσης κακίας ὑπερβολὴν ὑμᾶς ὁ νόμος προάγει, ὃς ἀπιστότερον τὸν δῆμον καθίστησιν ἑνὸς