Aller au contenu

Page:Démosthène - Œuvres complètes, Auger, 1820, tome 8.djvu/368

La bibliothèque libre.
Le texte de cette page a été corrigé et est conforme au fac-similé.
372
ΠΡΟΣ ΜΑΚΑΡΤΑΤΟΝ ΛΟΓΟΣ.


πατρὶ τῆς ἐμῆς μητρός. Ἔτι δὲ πρὸς τούτοις καὶ τὴν θυγατέρα ἔδωκα οὐδαμόσε ἔξω, ἀλλὰ τῷ ἀδελφιδῷ τῷ ἐμαυτοῦ, ὅπως, ἐὰν ὑγιαίνωσιν, καὶ οἱ ἐκ τούτων ἐκ τοῦ αὐτοῦ γένους ὦσιν Ἁγνίᾳ. [75] Ἐγὼ μὲν οὖν τοῦτον τὸν τρόπον διῴκησα, ὅπως ἂν διασῴζωνται ὅτι μάλιστα οἱ οἶκοι οἱ ἀπὸ τοῦ Βουσέλου· τούτους δὲ ἐξετάσωμεν πάλιν. Καὶ πρώτιστον μὲν τὸν νόμον τουτονὶ ἀνάγνωθι.

ΝΟΜΟΣ.

Ὁ ἄρχων ἐπιμελείσθω τῶν ὀρφανῶν καὶ τῶν ἐπικλήρων καὶ τῶν οἴκων τῶν ἐξερημουμένων καὶ τῶν γυναικῶν, ὅσαι μένουσιν ἐν τοῖς οἴκοις τῶν ἀνδρῶν τῶν τεθνηκότων φάσκουσαι κυεῖν. Τούτων ἐπιμελείσθω καὶ μὴ ἐάτω ὑβρίζειν μηδένα περὶ τούτους. Ἐὰν δέ τις ὑβρίζῃ ἢ ποιῇ τι παράνομον, κύριος ἔστω ἐπιβάλλειν κατὰ τὸ τέλος. Ἐὰν δὲ μείζονος ζημίας δοκῇ ἄξιος εἶναι, προσκαλεσάμενος πρόπεμπτα καὶ τίμημα ἐπιγραψάμενος, ὅ τι ἂν δοκῇ αὐτῷ, εἰσαγέτω εἰς τὴν ἡλιαίαν. Ἐὰν δ' ἁλῷ, τιμάτω ἡ ἡλιαία περὶ τοῦ ἁλόντος, ὅ τι χρὴ αὐτὸν παθεῖν ἢ ἀποτεῖσαι.

Πῶς ἂν μᾶλλον ἐξερημώσαιεν ἄνθρωποι οἶκον, ἢ εἴ τινες τούς τε γένει ὄντας ἐγγυτάτω Ἁγνίᾳ, τούτους ἐξελαύνοιεν ἐξ ἑτέρου οἴκου ὄντες, τοῦ Στρατίου, καὶ πάλιν εἰ τὸν μὲν κλῆρον ἀξιοῖ ἔχειν τὸν Ἁγνίου ὡς γένει προσήκων, τὸ δ' ὄνομα, ὅ ἐστιν αὐτῷ, μὴ ὅτι