Page:Le Tombeau de Théophile Gautier, 1873.djvu/190

La bibliothèque libre.
Le texte de cette page a été corrigé et est conforme au fac-similé.
172
LE TOMBEAU

IV.

Κλαίετε πρὸς βήσσαισι καὶ οὔρεσι, κλαίετε νύμφαι,
πιστὸν ἐφυμνοῦσαι πασίφιλόν τε θεοῖς,
ὅς νῦν παννυχίαν θανάτου δὴ τέρψιν ἰαύων
κοῖτον ἄνυμφον ἔχει γῆς ὑπὸ παιδόβορου.
Ταύταις δ’ ῷ χάριτες συγκλαίετε · Τίς γὰρ ἐτ’ ὄντων
τοῖος ἐν ὑμετέροις κύκνος ἐπῇδε χόροις ;
ἐκ δὲ τάφου θάλλοι ῥόδα ποίκιλα μουσοφιλήτου
λείρια δ’ ἐκθρώσκοι, πᾶν δ’ ἑφύπερθε κρίνον,
λευκόϊόν τε καλὸν σὺν ἰοισι μελάνθεσι βλαστοι.
Καὶ πολὺς οἰνοτρόφων βόστρυχος ἀμπελίδων
καὶ γλυκὺν ἡμερίδος κλάδον οἰνάνθην τε τέρειναν
γαῖα τρέφοι, μύρτου δ’ ἔρνεα κυπρογενοῦς,
Φοίβου θ’ ὑψίκομον δάφνην, κισσοῦ τε κορύμβους,
πάντα θ’ ὅσ’ ὑμποθέταις ἄνθιμα δῶρα πρέπει.

V.

Ὦ θεῷ φιλ’ Ἀπόλλωνι, θεῶν φίλτατε φιλτάτῳ,
πειθοῦς ἱμεροέσσας τεκνον, ἢ σ’ Εὐφροσύνης φράσω ;
καρδίας γε πεδήσας ἐπέων χρυσοδέτων πέδαις
ἄλλων, σὴν δὲ κόμην Πιερίδων δησάμενος πλάκοις,
νῦν δὴ παυόμενος τερπνοτάτης ἐν βιότῳ λύρας
εὔδιος, ἀμβροσίαν ἡμὶν ἀεὶ μνημοσύνην λιπών.

SWINBURNE.