Page:Le Tombeau de Théophile Gautier, 1873.djvu/189

La bibliothèque libre.
Le texte de cette page a été corrigé et est conforme au fac-similé.
171
DE THÉOPHILE GAUTIER

Ἢ μὲν Καλλιόπης ἂρ’ ἔφυ γένος, ἢ δ’ Ἀφροδίτης,
τοῖον ὂς ὑμνοθέτων αὐλὸν ἔκρεξε νόμοις.
Εἰ δ’ ἔτι τοῖς εὕδουσι πανύστατον ἐν χθονὸν ὄρφνῇ,
ὕπνον ἔνεστι φίλων ἢ πόθος ἢ τι χαρᾶς,
τῷδ’ ἐπιβάλλοντες χαροπώτερον ὄμματος ἀκμὴν
οἱ πάλαι ἐκ Μουσῶν στέμματα δεξάμενοι
ὕπνον ἐπᾴσονται ξένιον σύμπαντες ἀοιδοί
καὶ προσεροῦσι πέδου πρόξενον Ἠλυσίου·
Χαίρειν αὐτομάτῃ δ’ὄτι μειδήσασα κελεύσει
Περσεφόνη Μούσαις μουσοπόλοις τε φίλη.

III.

Κλῦθι γόων, Κυθέρεια, φιλομμειδής περ, ἀοιδοῦ
οἰχομένου, σὺ δ’ Ἔρως αἵλινον εἰπὲ θεὸς.
Παντοδάπων γὰρ ἰδὼν μορφὴν ἐφίλωσεν Ἐρώτων,
πάντας ἐπιστάμενος, πᾶσι δ’ ἔκρουσε χέλυν,
πᾶσι δ’ ἐπισπείσας γλύκυν οἶνον ἔλειφεν ἀοιδῆς,
πᾶσι συναρμόζων ποικιλόγηρυν ὄπα,
Κύπριδος ἐκ θιάσων ἵνα μή τι ποθεινόν ἁπείη.
Οὐδ’ ἐτ’ ἄπεστι · Θανὼν γὰρ φίλος ἔστι θεᾷ.
Παῖδα δ’ ἐθ’ ἡμιγύναικα θεᾶς ἐσέβιζε καὶ Ἑρμοῦ,
ἀμφιθαλεῖς πλοκάμων ἀμφιβαλὼν στεφάνους.
Πάντα δ’ ἐφ’ ἱμερόεντα μέλη λίπ’ ἔχρισεν ἐλαίῳ
ἡδυπνόῳ, διδύμοις δισσὸν Ἐρωσι γάνος
ἡμιθέῳ διφύεντι διπλῆν χάριν Ἑρμαφροδίτῳ
παρθενόχρωτος ἐρῶν εἰκονος ἀμφιλλόγου.