τίνες εἰσὶν οὖτοι ; 13 λέγει μοι · οὖτοί εἰσιν[1] οἱ ἀδελφοὶ ὑμῶν[2] οἱ δίϰαιοι ὦν ἠθελήσατε τὰς μορφὰς ἰδεῖν.
14 Κἁγὼ ἔφην αὐτῷ · ϰαὶ ποῦ εἰσι πάντες οἱ δίϰαιοι ἢ ποῖός ἐστιν ὁ αἰὼυ ἐν ᾦ εἰσι ταύτην ἔχοντες τὴν δόξαν ; 15 ϰαὶ ὁ Κύριος ἔδειξέ μοι μέγιστον χῶρον ἐϰτὸς τούτου τοῦ ϰόσμου ὑπέρλαμπρον τῷ φωτί, ϰαὶ τὸν ἀέρα τὸν ἐϰεῖ ἀϰτῖσιν ἡλίου ϰαταλαμπόμενον[3], (P. 17) ϰαὶ τὴν γῆν αὐτὴν ἀνθοῦσαν ἀμαράντοις ἄνθεσι ϰαὶ ἀρωμάτων πλήρη ϰαὶ φυτῶν εὐανθῶν ϰαὶ ἀφθάρτων ϰαὶ ϰαρπὸν εὐλογημένον φερόντων. 16 τοσοῦτον δὲ ἦν τὸ ἄνθος ὡς ϰαὶ ἐφ' ἡμᾶς ἐϰεῖθεν φέρεσθαι. 17 οἱ δὲ οἰϰήτορες τοῦ τόπου ἐϰείνου ἐνδεδευμένοι ἦσαν ἔνδυμα ἀγγέλων φωτεινῶν[4], ϰαὶ ὅμοιον ἦν τὸ ἔνδυμα αὐτῶν τῇ χώρᾳ αὐτῶν. 18 άγγελοι δὲ περιέτρεχον αὐτοὺς ἐϰεῖσε. 19 ἴση δὲ ἦν ἡ δόξα τῶν ἐϰεῖ οἰϰητόρων, ϰαὶ μιᾷ φωνῇ τὸν Κύριον θεὸν- ἀνευφήμουν[5] εὑφραινόμενοι ἐν ἐϰείνῳ τῷ τόπῳ. 20 λέγει ἡμῖν ὁ Κύριος · οὖτός ἐστιν ὁ τόπος[6] τῶν ἀρχηγῶν[7] ὑμῶν, τῶν διϰαίων[8] ἀνθρώπων.
21 Εἶδον δὲ ϰαὶ ἕτερον τόπον ϰαταντιϰρὺς[9] ἐϰείνου αὐχμηρόν[10] · ϰαὶ ἦν τόπος ϰολ[α]σεως[11] ϰαὶ οἱ