Page:Lods - L'évangile et l'apocalypse de Pierre.djvu/31

La bibliothèque libre.
Le texte de cette page a été corrigé et est conforme au fac-similé.
29
TEXTE

πεπληρωμένῳ ἑρητῶν πονηρῶν, ϰαὶ μλησσομένους ὑπὸ τῶν θηρίων ἑϰείνων, ϰαὶ οὕτω στρεφομένους ἐϰεῖ ἐν. τῇ ϰολάσει[1] ἐϰείνῃ. ἐπέϰειντο δὲ αὐτοῖς σϰώληϰες ὥσπερ νεφέλαι σϰότους. αἰ δὲ ψυχαὶ τῶν πεφονευμένων, ἑστῶσαι ϰαὶ ἐφορῶσαι τὴν ϰόλασιν ἐϰείνων τῶν φονέων, ἔλεγον · ὁ θεὸς, διϰαία σου ἡ ϰρίσις.

26 Πλησίον δὲ τοῦ τόπου ἐϰείνου εἶδον ἕτερον τόπον (P. 15) τεθλιμμ[έ]νον[2], ἐν ὦ ὁ[3] ἰχὼρ ϰαὶ ἡ δυσωδία τῶν ϰολαζομένων ϰατερρεε ϰαὶ ὥσπερ λὶμνη ἐγίνετο ἐϰεῖ. ϰἀϰεῖ ἐϰάθηντο γυναῖϰες, ἔχουσαι τὸν ἰχῶρα μέχρι τῶν τραχήλ[ων][4]. ϰαὶ ἀντιϰρὺς αὐτῶν πολλοὶ παῖδες, ο[ἵτινες][5] ἄωροι ἐτ[ί]ϰτοντο[6] · ϰθήμενοι ἔϰαιον, ϰαὶ προήρχοντο ἐξ αὐ[τῶν φλόγ]ες[7] πυρὸς ϰαὶ τὰς γυναῖϰας ἔπλησσον ϰατὰ τῶ[ν][8] ὀφθαλμῶν. αὖται δὲ ἧσαν αἱ ἀ[ϐουλήτως συλλαϐο]ῦσαι[9] ϰαὶ ἐϰτρώσασαι.

27 Καὶ ἕτεροι [ἄνδρεσ][10] ϰαὶ γυναῖϰες φλεγόμενοι ἧσαν μέχρι τοῦ ἡμίσους αὑτῶν ϰαὶ βεϐλημένοι ἐν τόπῳ σϰοτεινῷ[11] ϰαὶ μαστιζόμενοι ϰαὶ πνευμάτων πονηρῶν ϰαὶ ἐσθιόμενοι τὰ σπλάγχνα ὑπὸ σϰωλήϰων ἀϰοιμήτων. οὖτοι δὲ ἦσαν οἱ διώξαντες τοὺς διϰαίους ϰαὶ παραδόντες αὐτούς.

  1. ϰολαζει.
  2. τεθλιμμ. νον.
  3. εν ο.
  4. τραχηλ.
  5. ο…… : la dernière lettre paraît être un ς
  6. ετ. ϰτοντο.
  7. αυ…… ες.
  8. τω.
  9. α………υσαι : la première lettre paraît être un β.
  10. ετεροι……
  11. σϰοτινω.