Aller au contenu

Page:Manuel d’Épictète, trad. Joly, 1915.djvu/30

La bibliothèque libre.
Cette page a été validée par deux contributeurs.
— 4 —

παντελῶς, τὰ δ᾽ ὑπερτίθεσθαι πρὸς τὸ παρόν. ᾿Εὰν δὲ καὶ ταῦτ᾽ ἐθέλῃς, καὶ ἄρχειν καὶ πλουτεῖν, τυχὸν μὲν οὐδ᾽ αὐτῶν τούτων τεύξῃ, διὰ τὸ καὶ τῶν προτέρων ἐφίεσθαι· πάντως γε μὴν ἐκείνων ἀποτεύξῄ, δι᾽ ὧν μόνων ἐλευθερία καὶ εὐδαιμονία περιγίνεται.

5. Εὐθὺς οὖν πάσῃ φαντασίᾳ τραχείᾳ μελέτα ἐπιλέγειν, ὅτι, Φαντασία εἶ, καὶ οὐ πάντως τὸ φαινόμενον. Ἔπειτα ἐξέταζε αὐτὴν, καὶ δοκίμαζε τοῖς κανόσιν οἷς ἔχεις· πρώτῳ δὲ τούτῳ καὶ μάλιστα, πότερον περὶ τὰ ἐφ᾽ ἡμῖν ἐστιν, ἢ περὶ τὰ οὐκ ἐφ᾽ ἡμῖν. Κἂν περί τι τῶν οὐκ ἐφ᾽ἡμῖν ᾖ πρόχεῖρον ἔστω τὸ, διότι Οὐδὲν πρὸς ἐμέ.

II.

1. Μέμνησο, ὅτι ὀρέξεως ἐπαγγελία ἐπιτυχία οὗ ὀρέγῃ· ἐχχλίσεως ἐπαγγελία, τὸ μὴ περιπεσεῖν ἐκείνῳ ὃ ἐκκλίνεται· καὶ ὁ μὲν ἐν ὀρέξει ἀποτυγχάνων, ἀτυχής· ὁ δὲ ἐν ἐκκλίσει περιπίπτων, δυςτυχής. Ἄν μὲν οὖν μόνα ἐκκλίνῃς τὰ παρὰ φύσιν τῶν ἐπὶ σοὶ, οὐδενὶ, ὧν ἐκκλίνεις, περιπεσῇ. Νόσον δ᾽ ἂν ἐκκλίνῃς, ἢ θάνατον, ἢ πενίαν, δυςτυχήσεις.


2. Ἆρον οὖν τὴν ἔκκλισιν ἀπὸ πάντων τῶν οὐκ ἐφ᾽ ἡμῖν, καὶ μετάθες ἐπὶ τὰ παρὰ φύσιν τῶν ἐφ᾽ ἡμῖν· τὴν ὄρεξιν δὲ παντελῶς ἐπὶ τοῦ παρόντος ἄνελε. Ἄv τε γὰρ ὀρέγῃ τῶν οὐκ ἐφ᾽ ἡμῖν τινὸς, ἀτυχεῖν ἀνάγκη· τῶν τε ἐφ᾽ ἡμῖν, ὅσων ὀρέγεσθαι καλὸν ἄν, οὐδὲν οὐδέπω σοι πάρεστι1. Μόνῳ δὲ τῷ ὁρμᾷν καὶ ἀφορμᾷν χρῶ, κούφως μέν τοι, καὶ μεθ᾽ ὑπεξαἱρέσεως, καὶ ἀνειμένως.



1. Voy. la note précédente