Page:Roches - Oeuvres.djvu/146

La bibliothèque libre.
Le texte de cette page a été corrigé et est conforme au fac-similé.
131
DE M. DES ROCHES.

χ’ ἡ νουθετούντων φροντὶς ἐντρεχὴς φίλων.
ὁ δυσμενῶν τε κατάγελως, τα σφάλματα
τῶν χειροδέικτως ἐμφανιζόντων πολίς.
σοὶ δ’ ὦ κράτιστε, χ’ ὡ γογισμὸς, ἥτ’ ἄκρα,
νόμοις πατρῴοις ἥν νέμεις, ἐξουσία,
καὶ τῆς τεκούσης αἱ φιλόστοργοι φρένες,
ἥτ’ αὐταδέλφου πιστόφρων ὁμιλία,
καὶ τῶν λεῶν ἡ φροντὶς εὐπειθὴς πάρα.
πρὸς τοῦ τελέιου βασιλέως καὶ νητρεκοῦς.
ἐστιν, φιλήσται τὴν δίκην, σάφ’ οἶσθ’ ὅτι.
ῥῦσαι τε πλῆθη τῆς ἐπειγούσης δύης.
ἀγαθοὺς μὴν αὔξειν, καὶ κολούσασθαι κακοῦς,
κράτος πρατρῷον, τήν τε γῆν ἐπαυξάνειν,
τούτ’ αὖ μόναρχην, δῆλον, ὡς τηρεῖ μέγαν.

Ὧ κάρτερ’ εἴσοι μοῦσα παρθενικὴ μέλει,
ἐλπὶς τὸ λοιπόν ἐστιν, ὡς διάξομαι
κλέουσα ταῖς μολπαῖσιν ἐντονοτέραις
τὸ τ’ ἐναρετὸν σοῦ, τήντ’ ἀοίδιμον χάριν.
ὅστ’ εἰς τὸ μέλλον αἱ κόραι Πικτάβιδες
πρὸς Κλάνιος ὄχθαις μύρι’ ἄσονται μέλη.