Page:Rutebeuf - Oeuvres complètes, recueillies par Jubinal, tome II, 1839.djvu/344

La bibliothèque libre.
Le texte de cette page a été corrigé et est conforme au fac-similé.

συνέπεσας ; ποίῳ ναυαγίῳ κατεϐυθίσθης ; Πρὸς ποῖον λιμένα καταφεύξει ; ἢ πρὸς ποίαν καταφυγὴν προσδράμῃς ; Ταῦτα τῇ ἑαυτοῦ ψυχῇ μαχόμενος ἔλεγεν· Ὁ μόνος ἐλεήμων, ὁ μόνος οἰκτίρμων, ὁ μόνος εὔσπλαγχνος Σωτὴρ, ὁ μὴ βδελυσσόμενος τὸ ἴδιον πλάσμα, ἐλέησόν με τὸν ἀνάξιον. Οἶδα ὅτι τὸν ϒἱὸν τοῦ Θεοῦ, τὸν γεννηθέντα ἐκ τῆς ἁγίας Μαρίας τῆς Θεοτόκου, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἠρνησάμην διὰ τοῦ κακῶς ἐγνώρισα προδότου. Νῦν οὖν ἀπέρχομαι ἐξ ὅλης ψυχῆς μου, καὶ ἐξ ὅλης καρδίας μου, καὶ ποιῶ δεήσεις καὶ ἐκεσίας καὶ νηστείας ἐν τῷ πανσέπτῳ ναῷ αὐτῆς ἀπαύστως, ἔως οὗ εὕρω δι’ αὐτῆς ἔλεος. Καὶ πάλιν ἔλεγεν· Ποίοις δὲ χείλεσιν τολμησω δυσωπῆσαι τὴν αὐτῆς ἀγαθότητα, οὐκ ἐπίσταμαι. Οἴμοι, ψυχή μου, ἀνάνηψον ἐκ τῆς συνεχούσης σε σκοτομηνίας, καὶ πρόσελθε τῇ μητρὶ τοῦ Χριστοῦ. Ταῦτα σκεψάμενος, καὶ καταλείψας τὸ πολύμοχθον τοῦ βίου πειρατήριον, μετὰ πολλῆς τῆς προθυμίας προσῆλθε τῷ πανσέπτῳ ναῷ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, δεήσεις καὶ ἱκεσίας προσφέρων νύκτωρ τε καὶ μεθ’ ἡμέραν, ἀνενδότως νηστεύων καὶ ἀγρυπνῶν καὶ δεόμενος προσδεχθῆναι αὐτὸν καὶ ῥυσθῆναι ἐκ τοῦ ἀλλοτρίου δράκοντος. Καὶ ποιήσας τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας, δεόμενος καὶ ἱκετεύων τὴν αὐτῆς προστασίαν, μετὰ τὴν συμπλήρωσιν τῶν τοιούτων ἡμερῶν, μέσῳ νυκτὸς, ὀφθαλμοφανῶς, ὡς ἐν ὁράματι, φαίνεται αὐτῷ ἡ παγκόσμιος σωτηρία καὶ καταφυγὴ, ἡ ἕτοιμος ἐπικουρία τῶν ὀρθριζόντων πρὸς αὐτὴν, ἡ τῶν Χριστιανῶν κραταιὰ ἀντίληψις, καὶ λέγει αὐτῷ· Ὦ ἄνθρωπε, τί οὕτως ἐπιμένεις ἀναιδῶς καὶ προπετῶς ἐνοχλῶν μοι, καὶ δεόμενος ἵνα σοι βοηθήσω, ἀρνησάμενος τὸν ϒἱόν μου καὶ ἐμέ ; Πῶς δὲ καὶ δυνήσομαι, ἄνθρωπε, παρακαλέσαι αὐτὸν συγχωρῆσαί σοι ὧνπερ κακῶς διεπράξω ; Οὐδὲ γὰρ πάλιν ἐγὼ ἀνέχομαι θεωρεῖν τὸν ϒἱόν μου ἀτιμαζόμενον. Σύνθου οὖν, ὦ ἄνθρωπε, τὰ εἰς ἐμὲ ἁμαρτήματα καὶ ἀνομήματα μικράν τινα συγγνώμην ἔχειν, διὰ τὸ ἐμὲ τὴν τεκοῦσαν αὐτὸν οὕτως ἀγαπᾷν τοὺς Χριστιανοὺς, καὶ μάλιστα τοὺς ὀρθῇ πίστει προστρέχοντας καὶ ὀρθρίζοντας ἐν τῷ ναῷ μου. Τού-