Page:Rutebeuf - Oeuvres complètes, recueillies par Jubinal, tome II, 1839.djvu/340

La bibliothèque libre.
Cette page a été validée par deux contributeurs.

Θεόφιλον. Ἐπαναπαύεσθαι εἰς αὐτὸν πᾶσαν τὴν διοίκησιν τὴν ἀνήκουσαν τῇ αὐτοῦ ἁγιωτάτῃ ἐκκλησίᾳ, καὶ πάσῃ τῇ φιλοχρίστῳ αὐτοῦ πόλει· καὶ ἁπλῶς εἰπεῖν, ἀπὸ μικροῦ ἕως μεγάλου ηὐχαρίστουν αὐτῷ. Τοῖς γὰρ ὀρφανοῖς καὶ χήραις καὶ πένησιν ἀφθόνως καὶ πλουσίως πᾶσιν ἐχορήγει· καὶ μάλιστα οὕς ἐγίνωσκεν ἀπὸ οὐσιῶν ἐκπεπτωκότας. Τούτων οὕτως ὑπαρχόντων, ἔδοξε κατὰ τὸ τοῦ Θεοῦ θέλημα τὸν ἁγιώτατον ἐπίσκοπον τῆς αὐτῆς πόλεως τέλει τοῦ βίου χρήσασθαι. Ὅθεν εὐθέως οἱ τῆς φιλοχρίστου πόλεως, θερμῶς φερόμενοι πρὸς τὴν γνησίαν αὐτοῦ ἐν Χριστῷ ἀγάπην, ἀλλὰ μὴν καὶ τὴν ἱκανότητα τοῦ ἀνδρὸς ἀποϐλεψάμενοι, κοινῇ βουλῇ ἅπαντες γενόμενοι, ψηφίζονται τὸν αὐτὸν οἰκονόμονα εἰς ἐπίσκοπον, πέμψαντες εὐθέως ἐν τῇ αὐτῶν μητροπόλει τὸ γενόμενον ψήφισμα· ὅπερ δεξάμενος ὁ μητροπολίτης, καὶ τὰ τοῦ ἀνδρὸς ἤδη προγινώσκων, ἦξεν (l. εἶξεν) τῇ παρακλήσει, αὐτὸν ἐπίσκοπον ἐν τῇ ἁγιωτάτῃ αὐτοῦ ἐκκλησίᾳ. Ὁ δὲ θεωφιλέστατος οἰκονόμος, δεξάμενος τὰ παρὰ τοῦ μητροπολίτου γράμματα, κελεύοντα αὐτὸν παραγενέσθαι ἐν τῇ μητροπόλει, οὐκ ἤθελεν ἀπελθεῖν, πάντας παρακαλῶν καὶ δεόμενος μὴ γενέσθαι αὐτὸν ἐπίσκοπον· ἀρκεῖσθαι δὲ μόνον, τοῦ εἶναι αὐτὸν οἰκονόμονα· τούτῳ (l. τοῦτο) ἀπολογούμενος τῷ ὄχλῳ, μὴ εἶναι αὐτὸν ἄξιον τοῦ θρόνου. Τοῦ οὖν ὄχλου κατεπείγοντος, καὶ τῶν δι’ αὐτῶν ἀποσταλέντων, χειρὶ βιαίᾳ τοῦτον ἀνήγαγον ἐν τῇ μητροπόλει. Ὃν δεξάμενος ὁ μητροπολίτης, καὶ πάνυ περιχαρὴς γενόμενος, ἠθέλησεν χειροτονῆσαι ἐπίσκοπον. Ὁ δὲ, ῥίψας ἑαυτὸν εἰς τὸ ἔδαφος, ἐδέετο μηδὲν τοιοῦτον προϐῆναι, κράζων καὶ λέγων, Ἀνάξιός εἰμι τῆς ἐπισκοπῆς, καὶ ἐπίσταμαι τὰς ἐμὰς ἁμαρτίας. Καὶ ὡς ἐγένετο ἐπὶ ἱκανὰς ὥρας κεῖσθαι αὐτὸν εἰς τοὺς πόδας τοῦ μητροπολίτου, ἔδωκεν λόγον σκέψεως ἡμερῶν τριῶν, ὅπως πεισθεὶς χειροτονηθῇ ἐπίσκοπος. Μετὰ γοῦν τὴν τρίτην ἡμέραν, πάλιν προσκαλεῖται αὐτὸν ὁ μητροπολίτης, καὶ ἤρξατο νουθετεῖν αὐτὸν, οὐ μὴν ἀλλὰ καὶ τὴν ἱκανότητα καὶ τὴν ἁγνείαν αὐτοῦ γεραίρων. Ὁ δὲ ἐπέμενεν κράζων καὶ λέγων, μὴ εἶναι αὐτὸν ἄξιον τοῦ θρόνου. Ὡς δὲ εἶδεν ὁ μητροπολίτης