Page:Rutebeuf - Oeuvres complètes, recueillies par Jubinal, tome II, 1839.djvu/352

La bibliothèque libre.
Le texte de cette page a été corrigé et est conforme au fac-similé.

καὶ πολλοὺς ἀπολέσας. Ἀπέρχεται οὖν ἐν νυκτὶ πρὸς τοῦτον τὸν φαρμακὸν ὁ ἀπὸ οἰκονόμων γενόμενος, καὶ κρούει εἰς τὸν πυλῶνα αὐτοῦ. Ὁ δὲ ὑπακούσας ἐξέρχεται, θέλων θέασασθαι τίς ὁ κρούσας. Καὶ ἰδὼν τὸν ἄνδρα, φόϐῳ συσχεθεὶς ἐξεπλάγη, καὶ ἐννεὸς γενόμενος, προσεγίνωσκεν γὰρ αὐτὸν, προσκαλεῖται ἔνδον ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ λέγει αὐτῷ· Τίς ἡ αἰτία, δέσποτά μου, δι’ ἧς παραγέγονας πρός με τὸν εὐτελῆ καὶ ἀνάξιον ; Ὁ δὲ ἀπὸ οἰκονόμων Θεόφιλος εὐθέως καὶ παρ’ αὐτὰ ῥίπτει ἑαυτὸν εἰς τοὺς πόδας τοῦ μάγου, παρακαλῶν αὐτὸν, καὶ ἐξηγούμενος λεπτομερῶς τὰ συμϐάντα αὐτῷ, καὶ λέγων, ὅτι, Εἰ δύνασαι, βοήθει μοι, καὶ μὴ παρίδῃς με τὸν ἐν πολλῇ θλίψει ὑπάρχοντα, ὅτι ὁ ἐπίσκοπός μου ὄνειδός με πεποίηκεν ἐν τῇ πόλει, καὶ τὰ καὶ τὰ διεπράξατο εἰς ἐμέ, συνταξάμενος αὐτῷ καὶ θεραπείαν δοῦναι ἱκανήν· καὶ μάγος Ἑϐραῖος· Κύριέ μου, μηδὲν ῥᾳθυμήσῃς περὶ τούτου· ἀλλὰ ἄπελθε ἐν τῷ οἴκῳ σου χαίρων, καὶ τῇ ἐπερχομένῃ νυκτὶ ὥρᾳ τοιαύτῃ ἐλθὲ πρός με· καὶ ἀπαγάγω σε πρὸς τὸν πάτρωνά μου, καὶ πάντως βοηθεῖ ἡμῖν. Ὁ δὲ ῥᾴθυμος καὶ ταπεινὸς Θέοφιλος ὁ ἀπὸ οἰκονόμων, τῶν λόγων τοῦ μάγου, καὶ περιχαρὴς γενόμενος, ἐποίησεν οὕτως. Καὶ τῇ ἐπιούσῃ νυκτὶ ἐλθὼν κατὰ τὴν σύνταξιν αὐτοῦ πρὸς τὸν Ἰουδαῖον μεσονκτίῳ, ἔλαϐεν αὐτὸν ὁ μάγος ἐν τῷ ἱπποδρομίῳ τῆς πόλεως, καὶ λέγει αὐτῷ· Εἴ τι δ’ ἂν ἴδῃς τέρας, ἢ ἀκούσῃς κτύπους, μὴ δειλανδρίσῃς· μηδὲ τὸν τοῦ σταυροῦ τύπον ποιήσῃς· οὐδὲν γάρ ἐστιν εἰς βοήθειαν ἀνθρώπων ὁ σταυρὸς, ἀλλὰ μᾶλλον χλεύη καὶ ἀπάτη τῶν Χριστιανῶν ὑπάρχει. Κἀκείνου τοῦ τάλανος συνθεμένου ταῦτα ποιεῖν, ἐξαίφνης δείκνυσιν αὐτὸ… (litera erasa est ; in margine manu rec. τῷ) φαντασίας, ἄνδρας τινὰς πλείστους, καὶ χλανιδιφόρους, μετὰ πλῆθος κανδηλάϐρων καὶ δορυφορίας, φωνὰς βάλλοντας καὶ εὐφημοῦντας· καὶ ἐν τῷ μέσῳ αὐτῶν τὸν ἄρχοντα τοῦ σκότους καθήμενον· φημὶ δὲ τὸν διάϐολον καὶ τοὺς περὶ αὐτὸν. Τότε κρατήσας ὁ πανάθλιος Ἰουδαῖος τῆς χειρὸς τοῦ ἀπὸ οἰκονόμων Θεοφίλου, φέρει αὐτον ἐπὶ τὸ σένζον ἑκεῖνο τὸ ὀλέ-