Page:Rutebeuf - Oeuvres complètes, recueillies par Jubinal, tome II, 1839.djvu/356

La bibliothèque libre.
Le texte de cette page a été corrigé et est conforme au fac-similé.

ψυχή. Πῶς αἰχμαλωτίσθης (in marg. ἠχμ.) ; Πῶς ἐτρώθης ; Πῶς ὀλίσθησας (in marg. ὠλί.) ; Ποίῳ πτώματι συνέπεσας ; Ποίῳ ναυαγίῳ κατεϐυθίσθης ; Πρὸς ποῖον λιμένα λοιπὸν καταφεύξῃ ; ἢ πρὸς ποίαν καταφυγὴν προσδράμεις (in marg. -μεῖς) ; Οἴμοι ψυχή. Οἴμοι, τί ἔπαθες ; Ταῦτα καὶ τούτων πλείονα ἐν ἑαυτῷ, τῇ ψυχῇ αὐτοῦ μαχόμενος, πάλιν εἰς μέτρον λογισμοῦ ἀγαθοῦ. Ὁ μόνος οἰκτίρμων, ὁ μόνος φιλάνθρωπος, ὁ μόνος ἐλεήμων, ὁ μόνος εὔσπλαγχνος πατὴρ, ὁ μηδέποτε βουλόμενος τὸ ἴδιον πλάσμα ἀπολέσθαι, δίδωσιν αὐτῷ ἔννοιαν ἀγαθὴν καὶ νοῦν χρηστόν. Καὶ εἶπεν ἐν ἑαυτῷ· Ἅπαξ οἶδα, ὅτι τὸν ϒἱὸν τοῦ Θεοῦ, τὸν γεννηθέντα ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀεὶ παρθένου Μαρίας, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἡρνησάμην, καὶ αὐτὴν, διὰ τοῦ κακῶς (correctura in margine omnino ferè evanuit ; quantùm e vestigiis colligo, δι’ οὗ κα. fuisse videtur) ἐγνώρισα προδότου. Νῦν οὖν ἀπέρχομαι πρὸς τὴν μητέρα αὐτοῦ, τὴν ὑπεραγίαν Θεοτόκον, καὶ αὐτῇ μόνῃ προσέρχομαι ἐξ ὅλης ψυχῆς μου καὶ ἐξ ὅλης τῆς καρδίας μου, καὶ ποιῶ δέησιν καὶ νηστείας ἐν τῷ τιμίῳ καὶ πανσέπτῳ αὐτῆς ναῷ ἀπαύστως, ἕως οὗ εὕρω δι’ αὐτῆς ἔλεος ἐν τῇ μελλούσῃ αἰωνίᾳ κρίσει. Καὶ πάλιν ἔλεγεν· Ποίοις χείλεσιν τολμήσω δυσωπῆσαι τὴν αὐτοῦ ἀγαθότητα, οὐκ ἐπίσταμαι. Οἶδα γὰρ ὅτι παρέϐην καὶ ἡρνησάμην αὐτούς. Ποίαν δὲ καὶ ἀρχὴν εὕροιμι τῆς ἐξομολογήσεως, οὐκ οἶδα. Ποίᾳ δὲ καρδίᾳ, ἢ ποίῳ συνειδότι θαῤῥήσας, γλῶσσαν ἀσεϐῆ καὶ χείλη, μολυσμοῦ πλήρης, κινῆσαι πειράσομαι ; Πρῶτον δὲ, περί ποίων ἁμαρτημάτων ἄφεσιν αἰτῆσαι κατατολμήσω, τοῦτο πρᾶξαι (l. πράξας) ; Εὐθέως γὰρ πῦρ ἐκ τοῦ οὐρανοῦ κατέρχεται καὶ καταφλέγει με τὸν ἄθλιον. Ὅμως, ψυχή μου, ἀνάνηψον ἐκ τῆς συνεχούσης σε σκοτοδινίας, καὶ πρόσελθε τῇ μητρὶ τοῦ Χριστοῦ, καὶ οὐ μὴ καταισχυνθῇς. Καὶ ταῦτα καθ’ ἑαυτὸν σκεψάμενος, καὶ κρατήσας θερμῶς ἐν τῇ καρδίᾳ αὐτοῦ ταῦτα πάντα, καὶ καταλείψας παραχρῆμα τὸ πολύμοχθον τοῦ βίου τούτου πειρατήριον, μετὰ ζεούσης καρδίας καὶ πολλῆς τῆς προθυμίας προσῆλθεν τῷ πανσέπτῳ καὶ πανυμνήτῳ ναῷ τῆς ἁγίας Θεοτόκου καὶ ἀεὶ παρθένου Μαρίας, δεήσεις αὐτῇ καὶ