Page:Rutebeuf - Oeuvres complètes, recueillies par Jubinal, tome II, 1839.djvu/357

La bibliothèque libre.
Le texte de cette page a été corrigé et est conforme au fac-similé.

ἱκεσίας προσφέρων νύκτα καὶ ἡμέραν, καὶ ἀνενδότως, καὶ ἀγρυπνῶν, καὶ δεόμενος προδεχθῆναι (l. προσδ.) αὐτὸν, ὑποστρέφοντα ἐκ τῆς πλάνης τοῦ παγκάκου δράκοντος, καὶ ἐκ τῆς χαλεπῆς ἐκείνης καὶ ἀτόπου ἧς ἔπραξεν ἀρνήσεως περὶ αὐτῶν. Καὶ ποιήσας ὁ εἰρημένος οἰκονόμος τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας, δεόμενος καὶ ἱκετεύων τὴν αὐτῆς σκέπην καὶ προστασίαν, μετὰ τὴν συμπλήρωσιν τῶν τεσσαράκοντα ἡμερῶν ἐν μέσῳ τῆς νυκτὸς ὀφθαλμοφανῶς, ὡς ἐν ὁράματι, φαίνεται αὐτῷ ἡ παγκόσμιος σωτηρία καὶ καταφυγὴ τοῦ γένους τῶν ἀνθρώπων, ἡ κυρίως καὶ ἀληθῶς μητὴρ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, λέγουσα αὐτῷ· Ὦ ἄνθρωπε, τί οὕτω ἐπιμένεις ἀναιδῶς καὶ προπετῶς καὶ ἀποτόμως ἐνοχλῶν μοι καὶ δεόμενος, ἵνα σοι βοηθήσω, ἀνθρώπῳ ἀρνησαμένῳ τὸν ϒἱόν μου καὶ ἐμέ ; Πῶς δὲ καὶ δυνήσομαι παρακαλέσαι αὐτῷ συγχωρῆσαί σοι, ἅπερ κακῶς διεπράξω ; Ποίοις δὲ καὶ ὄμμασιν ἀτενίσω εἰς τὸν χαρακτῆρα τοῦ ϒἱοῦ μου ὃν σὺ ἠρνήσω, καὶ τολμήσω παρακαλέσαι αὐτὸν περὶ σοῦ ; Ὅμως οὐδὲ ἐγὼ πάλιν ἀνέχομαι θεωρεῖν τὸν ϒἱόν μου καὶ Θεὸν ἀτιμαζόμενον. Σύνθου οὖν, ὦ ἄνθρωπε, τὰ εἰς ἐμὲ ἁμαρτήματα καὶ ἀνομήματα ὑμῶν μικράν τινα συγγνώμην ἔχειν· διὰ τὸ ἐμὲ, τὴν τεκοῦσαν αὐτὸν, οὕτως ἀγαπᾷν τὸ γένος τῶν Χριστιανῶν, καὶ μάλιστα τοῖς ὀρθῇ γνώμῃ καὶ πίστει προστρέχουσιν καὶ ὀρθρίζουσιν (in margine accusativi) ἐν τῷ ναῷ μου. Τούτοις γὰρ καὶ ἐξήπλωμαι, καὶ προστρέχω, καὶ ταῖς ἐμαῖς ἀγκάλαις περιθάλπω, καὶ τῆς δεήσεως αὐτῶν ἀκούω. Τὰ δὲ εἰς τὸν ϒἱόν μου καὶ Θεὸν παροργίσματα καὶ ἀσεϐήματα ἀκοῦσαι ὑμῶν, πολλῶν καὶ μεγάλων ἀγώνων ἐστὶν καὶ πόνων, τὸ ἐξιλεώσασθαι τὴν αὐτοῦ ἀγαθότητα, εἰ καὶ λίαν ἐστὶν φιλάνθρωπος. Ὁ δὲ οἰκονόμος Θεόφιλος ἀποκριθεὶς εἶπεν αὐτῇ· Ναὶ, δέσποινά μου εὐλογημένη, ναὶ, προστασία τοῦ γένους τῶν ἀνθρώπων, ναὶ, λιμὴν καὶ ἀντίληψις τῶν εἰς σὲ καταφευγόντων. Οἶδα γὰρ, οἶδα, δέσποινά μου Θεοτόκε, ὅτι μεγάλως ἔπταισα εἰς σὲ, καὶ εἰς τὸν ἐκ σοῦ τεχθέντα Θεὸν ἡμῶν, καὶ οὐκ εἰμὶ ἄξιος ἐλέους τυχεῖν. Ἀλλὰ ἔχω πολλὰ ὑποδείγματα τῶν πρὸ ἐμοῦ πταισάντων τῷ ϒἱῷ σου καὶ Θεῷ