Page:Rutebeuf - Oeuvres complètes, recueillies par Jubinal, tome II, 1839.djvu/358

La bibliothèque libre.
Le texte de cette page a été corrigé et est conforme au fac-similé.

ἡμῶν, καὶ λαϐόντων συγχώρησιν τῶν πλημμελημάτων αὐτῶν διὰ μετανονοίας καὶ ἐξομολογήσεως. Εἰ μὴ γὰρ ἦν μετάνοια, δέσποινά μου Θεοτόκε, πῶς τοὺς Νινευΐτας διέσωσεν ὁ ϒἱός σου ; Εἰ μὴ μετάνοια ἦν, πῶς Ῥαὰμ τὴν πόρνην ἐφύλαξεν ; Εἰ μὴ μετάνοια ἦν, πῶς Δαουὶδ τὸν τοῦ Ἰσσαὶ, μετὰ προφητείας χάρισμα, μετὰ δεσποτικὴν μαρτυρίαν, εἰς τὸ βάραθρον τῆς μοιχείας καὶ τοῦ φόνου πεσόντα (in marg. -σὼν), οὐ μόνον τῆς ἀφέσεως τῶν τηλικούτων ἔτυχεν ἁμαρτημάτων, ἀλλὰ καὶ πάλιν προεφήτευσεν ; Εἰ μὴ μετάνοια ἦν, πῶς ὁ μακάριος Πέτρος, ὁ τῶν ἀποστόλων ἀρχηγὸς, ὁ πρῶτος μαθητὴς, ὁ στῦλος τῆς ἐκκλησίας, ὁ τὰς κλεῖς τῶν οὐρανῶν παρὰ τοῦ Θεοῦ δεξάμενος, ὁ τὸν Δεσπότην οὐχ ἅπαξ, οὐδὲ δὶς ἀρνησάμενος, ἀλλὰ τρίτον, μετὰ δὲ ταῦτα κλαύσας πικρῶς, οὐ μόνον τῆς ἀφέσεως τοῦ τηλικούτου πταίσματος ἔτυχεν, ἀλλὰ γὰρ καὶ μείζονος ἠξιώθη τιμῆς, ποιμὴν γενόμενος τῶν τοῦ δεσπότου Χριστοῦ λογικῶν προϐάτων ; Εἰ μὴ μετάνοια ἦν, πῶς ὁ μακάριος Παῦλος ἀπὸ διωκτῶν σκεῦος ἐκλογῆς ἐγένετο ; Εἰ μὴ μετάνοια ἦν, πῶς τὸν Ζακχαῖον καὶ αὐτὸν ἀρχιτελώνην ὄντα καὶ συκοφάντην ἐδέξατο ; Εἰ μὴ μετάνοια ἦν, πῶς τὸν παρανομήσαντα παρὰ Κορινθίοις προσληφθῆναι ὁ Ἀπόστολος ἐπέτρεψεν λέγων, προσλάϐεσθαι (l. -σθε) αὐτοῦ, Ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ σατανᾶ. Εἰ μὴ μετάνοια ἦν, πῶς ὁ τοσαῦτα καὶ τηλικαῦτα δράσας κακὰ ἐν τῷ βίῳ τούτῳ Κυπριανὸς, ὅστις καὶ τὰς ἐν γαστρὶ ἐχούσας ἔτεμνεν, καὶ ὅλον τὸν διάϐολον ἦν ἠμφιεσμένος, καὶ διὰ τῆς τιμίας καὶ σεμνοπρεποῦς Ἰουστίνης στηριχθεὶς, καὶ τῇ μετανοίᾳ ὑπερϐαλόντως προσελθὼν, οὐ μόνον τῶν τοσούτων καὶ τηλικούτων κακῶν τὴν ἄφεσιν ἔλαϐεν, ἀλλὰ καὶ τοῦ κλήρου τῶν μαρτύρων κατηξιώθη, καὶ τὸν στέφανον τῆς ἀφθαρσίας παρὰ Χριστοῦ ἀνεδήσατο ; Ὅθεν κἀγὼ ὁ ταλαίπωρος καὶ ἁμαρτωλὸς θαῤῥῶν τῶν τοσούτων καὶ τηλικούτων ὑποδειγμάτων, προσέρχομαι παρακαλῶν τὴν σὴν πάμπλουτον προστασίαν καὶ πανάγαθον εὐσπλαγχνίαν, χεῖρά μοι ὀρέξαι, καὶ δοθῆναί μοι