Page:Rutebeuf - Oeuvres complètes, recueillies par Jubinal, tome II, 1839.djvu/363

La bibliothèque libre.
Le texte de cette page a été corrigé et est conforme au fac-similé.

Θεὸν καὶ ἀνθρώποις γέφυραν, τὴν ἐλπίδα τῶν ἀπεγνωσμένων, τὴν καταφυγὴν τῶν καταπονουμένων, τὴν τὴν κατάραν τῆς ἀνθρωπίνης φύσεος ἐλευθερώσαντα (in marg. -ρώσουσαν), τὴν ἀληθινὴν πύλην, εἰς ἣν οἱ ἁμαρτολοὶ κρούομεν, καὶ ἀφθόνως ἀνοίγουσαν, καὶ πρὸς τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν ἡμῶν δεήσεις προσφέρουσαν, καὶ λαμϐάνουσαν τῶν ἁμαρτημάτων ἡμῶν τὴν ἄφεσιν. Καὶ τί ἔτι εἴπω ; ἢ τί λαλήσω ; ἢ ποῖον ὕμνον πρὸς δοξολογίαν αὐτῆς τε καὶ τοῦ ἐξ αὐτῆς τεχθέντος φθέγξομαι ; Ὄντως, ἀληθῶς θαυμαστὰ τὰ ἔργα σου, Κύριε, καὶ οὐκ ἐξαρκέσει γλῶσσα πρὸς ὕμνον τῶν θαυμασίων σου. Ὄντως, ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα γὰρ ἐν συνέσει καὶ σοφίᾳ ἐποίησας. Ὄντως, εὔλογόν ἐστίν εἰπεῖν τὸ εὐαγγελικὸν ῥητὸν, τὸ Ἐξενέγκατε τὴν πρώτην στολήν· καὶ ἐνδύσατε αὐτὸν, καὶ δότε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ, καὶ ὑποδήματα εἰς τοὺς πόδας, καὶ ἐνέγκαντες τὸν μόσχον τὸν σιτευτὸν, θύσαντες καὶ φαγόντες, εὐφρανθῶμεν ὅτι ὁ ἀδελφὸς οὗτος νεκρὸς ἦν, καὶ ἀνέζησεν, ἀπολωλὼς, καὶ εὑρέθη. Τότε ἐκτείνας τὴν χεῖρα αὐτοῦ ὁ ἐπίσκοπος, ἀνέστησεν ἐκ τοῦ ἐδάφους τὸν εὐλαϐέστατον ἄνδρα Θεόφιλον. Καὶ μετὰ τὸ ἀναστῆναι αὐτὸς παρεκάλεσεν τὸν ἐπίσκοπον πυρὶ κατακαῦσαι τὸν ἀθέμιτον καὶ πονηρὸν χάρτην. Ὅπερ καὶ γέγονεν τῇ τοῦ Κυρίου χάριτι. Θεασάμενος δὲ ὁ λαὸς κατακαέντα τὸν ἀθέμιτον καὶ κίϐδηλον χάρτην, ἤγου τὴν παράνομον καὶ ἀποστατικὴν ὁμολογίαν τοῦ οἰκονόμου Θεοφίλου, ἤρξαντο μετὰ πλήθους δακρύων ἐπὶ πλείστας ὥρας κράζειν τὸ, Κύριε, ἐλέησον. Μετὰ δὲ τὸ ἱκανῶς αὐτοὺς ὑμνῆσαι καὶ δοξάσαι τὸν φιλάνθρωπον Θεὸν, ὁ ἁγιώτατος ἐπίσκοπος κατασείσας τῇ χειρὶ τὸν λαὸν σιγᾷν, καὶ προσειπὼν αὐτοῖς τὸ, Εἰρήνη πᾶσιν, ἤρξατο ἐπιτελεῖν τὴν συνήθη εὐχαριστίαν τῆς ἁγίας προσκομιδῆς. Καὶ μετὰ τὸν ἀπαρτισμὸν τῶν θείων δώρων, μετέδωκεν αὐτῷ τῶν ἀχράντων καὶ ζωοποιῶν τοῦ Χριστοῦ μυστηρίων. Καὶ εὐθέως ἐξέλαμψεν τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος. Καὶ θεασάμενοι πάντες τὴν τοῦ ἀνδρὸς ἀθρόαν μεταϐολὴν τοῦ χαρακτῆρος αὐτοῦ, πλειόνως ἐδόξαζον τὸν φιλάνθρωπον Θεὸν, τὸν ποιοῦντα μεγάλά θαυμάσια τοῖς προστρέχουσιν εἰς αὐτὸν. Παρ’ αὐτὰ οὖν προσδραμὼν τῷ