Page:Rutebeuf - Oeuvres complètes, recueillies par Jubinal, tome II, 1839.djvu/364

La bibliothèque libre.
Le texte de cette page a été corrigé et est conforme au fac-similé.
357
ET ÉCLAIRCISSEMENTS.

τιμίῳ καὶ πανσέπτῳ ναῷ τῆς πανυμνήτου Θεοτόκου, καὶ μικρὸν διαναπαυσάμενος ἐν αὐτῷ, καταμαλακισθεὶς τῷ σώματι καὶ ἀσθενήσας ἐν αὐτῷ τῷ τόπῳ, ἐν ᾗ (l. ᾧ) καὶ τὴν μακαρίαν ὀπτασίαν ἐθεάσατο, ἔνθα καὶ ἐτάφη, ἀνακλίνας ἑαυτὸν, ὡς δίκην προσηλούμενος τῷ τόπῳ, μετὰ τρεῖς ἡμέρας, ἀσπασάμενος τοὺς παρόντας ἀδελφοὺς ἅπαντας, παρέδωκεν τὴν μακαρίαν καὶ ἁγίαν αὐτοῦ ψυχὴν εἰς χεῖρας τοῦ τεχθέντος ἐκ τῆς ἀεὶ παρθένου καὶ παναμώμου Μητρὸς τοῦ Κυρίου ἡμῶν, πάντα τὰ ὑπάρχοντα αὐτοῦ καλῶς καὶ θεοπρεπῶς διαθέμενος, δοξάζων καὶ ὁμολογῶν ἐν ἅπασιν τὸν Πατέρα, τὸν ϒἱὸν, καὶ τὸ ἅγιον Πνεῦμα, καὶ τὴν εὔσπλαγχνον καὶ πανύμνητον Θεοτόκον καὶ μητέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἐγὼ δὲ Εὐτυχιανὸς, ταπεινὸς καὶ ἁμαρτωλὸς, οἰκογενὴς γενόμενος τοῦ τρισμακαρίστου τούτου ἀνδρὸς Θεοφίλου, λοιπὸν δὲ καὶ κληρικὸς τῆς αὐτῆς καθολικῆς ἐκκλησίας, παρακολουθήσας τῷ ἐμῷ δεσπότῃ, καὶ ὑπουργήσας αὐτῷ ἐν τῇ θλίψει αὐτοῦ, ἅπερ ἑώρακα τοῖς ὀφθαλμοῖς μου, καὶ ἀκήκοα ἀπὸ τῆς μακαρίας αὐτοῦ γλώσσης, τὰ εἰς αὐτὸν συμϐάντα βεϐαίως ἀνεγραψάμην, καὶ πιστοῖς φίλοις καὶ εὐλαϐέσιν ἀνδράσιν ἐξεθέμην, εἰς δόξαν Θεοῦ παντοκράτορος καὶ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ δοξαζομένον ἐν τοῖς ἁγίοις αὐτοῦ.


Séparateur


NOTE C.
(Voyez page 151, note 1.)


M. de Montalembert a donné dans son ouvrage l’indication des sources historiques consultées par lui pour la vie de sainte Élisabeth, et qui avaient été imprimées. Nous lui emprunterons seulement la liste des principales parmi celles qui sont restées manuscrites, parce que cette indication pourra peut-être donner l’idée d’en mettre