Aller au contenu

Page:Tolstoï - Œuvres complètes, vol21.djvu/179

La bibliothèque libre.
Le texte de cette page a été corrigé et est conforme au fac-similé.

Καὶ συνάγονται πρὸς αὐτὸν οἱ Φαρισαῖοι, ϰαὶ τινες τῶν Γραμματέων, ἐλθόντες ἀπὸ Ἰεροσολύμων.

Καὶ ἰδόντες τινὰς τῶν μαθητῶν αὐτοῦ ϰοιναῖς χερσί, τοῦτ’ ἔστιν, ἁνιπτοις ἐσθιοντας ἀρτους, ἐμέμψαντο.

Οἱ γὰρ Φαρισαῖοι ϰαὶ πάντες οἱ Ἰουδαῖοι, ἐάν μὴ πυρμῇ νιψονται τὰς χεῖρας, οὐϰ ἐσθιουσι, ϰρατοῦντες τὴν παράδοσιν τῶν πρεσβυτέρων,

Καὶ ἀπό ἀγορᾶς, ἐὰν μή βαπτίσωνται, οὐϰ ἐσθιουσι· ϰαὶ ἄλλα πολλὰ ἐστιν ἄ παρέλαβον ϰρατεῖν βαπτισμοὺς πατηρίων, ϰαὶ ξεστῶν, ϰαὶ χαλϰίων, ϰαὶ ϰλινῶν.

Ἔπειτα ἐπερωτῶσιν αὐτόν οἱ Φαρισαῖοι ϰαὶ οἱ Γραμαστεῖς· Διατί οἱ μαθηταὶ σου οὐ περιπατοῦσι ϰατὰ τὴν παράδοσιν τῶν πρεσβυτέρων, ἀλλά ἀνιπτοις χερσίν ἐσθίουσι τὸν ἄρτον ;

Ὁ δὲ ἀποϰριθείς, εἶπεν αὐτοῖς· Ὅτι ϰαλῶς προεφήτευσεν Ἠσαιας περὶ ὑμῶν τῶν ὑποϰριτῶν· ὡς γέγραπται· Οὖτος ὁ λαός τοῖς χείλεσι με τιμᾷ, ἡ δέ ϰαρδια αὐτῶν πόῤῥω ἀπέχει ἀπ' ἐμοῦ.

Μάτην δέ σέβονταί με, διδάσϰοντες διδασϰαλιας, ἑντάλματα ἀνθρώπων.

Ἀφέντες γὰρ τὴν ἐντολήν τοῦ θεοῦ, ϰρατεῖτε τὴν παράδοσιν τῶν ἀνθρώπων, βαπτισηοὺς ξεστῶν ϰαὶ ποτηρνων, ϰαὶ ἄλλα παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε.

Καὶ ἔλεγεν αὐτοῖς· Καλῶς ἀθετεῖτε τὴν ἐντολήν τοῦ θεοῦ, ἴνα τὴν παράδοσιν ὑμῶν τηρήσητε.

Μωσῇς γὰρ εἰπε· Τίμα τόν πατέρα σου ϰαὶ τὴν μητέρα σου ϰαὶ Ὁ ϰαϰολογῶν πατέρα ἤ μητέρα, θανάτῳ τελευτάτω.

Ὑμεῖς δέ λέγετε· Ἐὰν εἴπῃ ἄνθρωπος τῷ πατρι ἢ τῇ μητρι· Κορβᾶν (ὅ ἐστι, Δῶρον), ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς.

Καὶ οὐϰέτι ἀφίετε αὐτὸν οὐδέν ποιῆσαι τῷ πατρι αὐτοῦ ἤ τῇ μητρι αὐτοῦ.

Ἀϰυροῦντες τὸν λόγον τοῦ θεοῦ τῇ παραδόσει ὑμῶν ἤ παρεδῶϰατε· ϰαὶ παρόμοια τουαῦτα πολλὰ ποιεῖτε.

Καὶ προσϰαλεσάμενος πάντα τὸν ὄχλον, ἔλεγεν αὐτοῖς· Ἀϰούετε μου πάντες ϰαὶ συνίετε.

Οὐδέν ἐστιν ἔξῶθεν τοῦ {{|ἀνθδώπου|ἀνθρώπου}} εἴσπορευόμενον εἰς αὐτὸν, ὅ