Page:Tolstoï - Œuvres complètes, vol22.djvu/366

La bibliothèque libre.
Sauter à la navigation Sauter à la recherche
Le texte de cette page a été corrigé et est conforme au fac-similé.



LA PARABOLE DE L’ENFANT PRODIGUE.

Εἶπε δὲ· ἀνθρωπός τις εἴχε δύο υἰούς.

Καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί. πάτερ, δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας. Καὶ διεῖλεν αὐτοῖς τὸν βίον.

Καὶ μετ’ οὐ πολλὰς ἡμέρας συναγαγών ἄπαντα ὁ νεώτερος υἱός ἀπεδήμησεν εἰς χώραν μαϰράν. ϰαὶ ἐϰεῖ διεσϰόρπισε τὴν οὐσίαν αὐτοῦ, ζῶν ἀσώτως.

Δαπανήσαντος δὲ αὐτοῦ πάντα, ἐγένετο λιμὸς ἰσχυρὸς ϰατὰ τὴν χώραν ἐϰείνην· ϰαὶ αὐτὸς ἤραξατο ὑστερεῖσθαι.

Καὶ πορευθείς ἐϰολλήθη ἑνί τῶν πολιτῶν τῆς χώρας ἐϰείνης· ϰαὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσϰειν χοίρους.

Καὶ ἐπεθύμει γεμίσαι τὴν ϰοιλίαν αὐτοῦ ἀπὸ τῶν ϰερατίων ὦν ἤσθιον οἱ χοῖροι· ϰαὶ οὐδεὶς ἐδὶδου αὐτῷ.

Εἰς ἑαυτὸν δὲ ἐλθών, εἶπε. πόσοι μίσθιοι τοῦ πατρός μου περισσεύουσιν, ἄρτων, ἐγὼ δὲ λιμῷ ἀπόλλυμαι ;

Ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου ϰαὶ ἐρῶ αὐτῷ· πάτερ, ἤμαρτον εἰς τὸν οὐρανόν ϰαὶ ἐνώπιόν σου.

Καὶ οὐϰέτι εἰμὶ ἄξιος ϰληθῆναι υἱός σου· ποίησὸν με ὡς ἔνα τῶν μισθίων σου.

Καὶ ἀναστὰς ἦλθε πρὸς τὸν πατέρα ἑαυτοῦ. Ἔτι δὲ αὐτοῦ μαϰρὰν ἀπέχοντος, εἶδεν αὐτὸν ὁ πατὴρ αὐτοῦ, ϰαὶ ἐσπλαγχνίσθη· ϰαὶ δραμὼν ἐπιέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ, ϰαὶ ϰατεφίλησεν αὐτόν.

Εἶπε δὲ αὐτῷ ὁ υἱός· πάτερ, ἤμαρτον εἰς τὸν οὐρανόν ϰαὶ ἐνώπιον σου, ϰαὶ οὐχέτι εἰμὶ αξιος ϰληθῆναι υἱός σου.

Εἶπε δὲ ὁ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ· ἐξενέγϰατε τὴν στολὴν τὴν πρώτην, ϰαὶ ἐνδύσατε αὐτὸν, ϰαὶ δότε δαϰτύλιον εἰς τῆν χεῖρα αὐτοῦ, ϰαὶ ὑποδήματα εἰς τοὺς πόδας.

Καὶ ἐνέγϰαντες τὸν μόσχον τὸν σιτευτὸν θύσατε· ϰαὶ φαγόντες εὐφρανθῶμεν.

Ὅτι οὐτος ὁ υἱός μου νεϰρὸς ἦν, ϰαὶ ἀνέζησε· ϰαὶ ἀπολωλῶς ἦν, ϰαὶ εὑρεθη. Καὶ ἤρξαντο εὐφραίνεσθαι.

Ἦν δὲ ὁ υἱός αὐτοῦ ὁ πρεσβύτερος ἐν ἀργῷ. ϰαὶ ὡς ἐῥχόμενος ηγγισε τῆ οἰϰὶα ἤϰουσε συμφωνίας ϰαὶ χορῶν.