Page:Tolstoï - Œuvres complètes, vol22.djvu/414

La bibliothèque libre.
Sauter à la navigation Sauter à la recherche
Le texte de cette page a été corrigé et est conforme au fac-similé.


LA PARABOLE DES VIERGES FOLLES.

Τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέϰα παρθένοις, αἵτινες λαβοῦσαι τᾶς λαμπάδας αὐτῶν, ἐκῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου.

Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι, ϰαὶ πέντε μωραί.

Αἵτινες μωραί, λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν, οὐϰ ἔλαβον μεθ’ ἑαυτῶν ἐλαιον.

Αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαρπάδων αὐτῶν.

Χρονίζοντος δὲ τοῦ ὑμφίου, ἐνύσταξαν πᾶσαι ϰαὶ ἐϰάθευδον.

Μέσης δὲ νυϰτὸς ϰραυγὴ γέγονεν· ἰδού, ὁ νυμφίος ἐρχεται, ἐξέρχεσθε εἰς ἠπάντησιν αὐτοῦ.

Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἑϰεῖναι, ϰαὶ ἐϰόσμησαν τὰς λαμπάδας αὐτῶν.

Αἱ δὲ μοραί ταῖς φρονίμοις εἶπον· δότε ἡμῖν ἐϰ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται.

Ἀπεϰρίθησαν δὲ αἱ φρόνιμοι, λέγουσαι· μήποτε οὐϰ ἀρϰέση ἡμῖν ϰαὶ ὑμῖν· πορεύεσθε δὲ μᾶλλον πρὸς τούς πωλοῦντας, ϰαὶ ἀγοράσατε ἑαυταῖς.

Ἀπεϰρομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν ὁ νυμφίος· ϰαὶ αἱ ἔτοιμοι εἰσῆλθου μετ’ αὐτοῦ εἰς τούς γάμους. ϰαί ἐϰλείσθη ἡ θύρα.

Ὕστερον δὲ ἔρχονται ϰαὶ αἱ λοιπαὶ παρθένοι, λέγουσαι· ϰύριε, ϰύριε ἄνοιξον ἡμῖν.

Ὁ δὲ ἀποϰριθείς εἶπεν· ἀμὴν λέγω ὑμῖν, οὐϰ οἶδα ὑμᾶς.

Γρηγορεῖτε οὖν, ὅτι οὐϰ οἴδατε τὴν ἡμέραν οὐδέ τὴν ὤραν, ἦ ὁ υἱός τοῦ ἀνθρώπου ἔρχεται.

Ἐϰεῖνο δὲ γινώσϰετε, ὅτι εἰ ἤδει ὁ οἰϰοδεσπότης, ποίᾳ ψυλαϰῇ ὁ ϰέπτης ερχεται, ἐγρηγόρησεν ἄν, ϰαὶ οὐϰ ἄν εἴασε διορυγῆναι τὴν οἰϰίαν αὐτοῦ.


Matthieu, xxv, 1. Alors le royaume des cieux sera semblable à dix vierges qui, ayant pris leurs lampes, allèrent au-devant de l’époux. Alors le royaume de Dieu sera semblable à dix vierges. Elles ont pris leurs lampes et sont allées à la rencontre de l’époux.