Page:Weil - Intuitions pré-chrétiennes, 1951.djvu/185

La bibliothèque libre.
Le texte de cette page a été corrigé et est conforme au fac-similé.

APPENDICE

Philolaos (cité par Stob, Ecl., I, 21, 7 a).
2 B 47

Ἀνάγκα τὰ ἐόντα εἰμεν πάντα ἢ περαίνοντα ἢ ἄπειρα ἢ περαίνοντά τε καὶ ἄπειρα, ἄπειρα δὲ μόνον ⟨ἢ περαίνοντα μόνον⟩ οὔ κα εἶη. Ἐπεὶ τοίνυν φαίνεται οὔτ’ ἐκ περαινόντων πάντων ἐόντα οὔτ’ἐξ ἀπείρων πάντων, δῆλον τἆρα ὅτι ἐκ περαινόντων τε καὶ ἀπείρων ὅ τε κόσμος καὶ τὰ ἐν αὐτῷ συναρμόχθη — δηλοῖ δὲ καὶ τὰ ἐν τοῖς ἔργοις — τὰ μὲν γὰρ αὐτῶν ἐκ περαινόντων περαίνοντι, τὰ δ’ἐκ περαινόντων τε καὶ ἀπείρων περαίνοντί, τε καὶ οὐ περαίνοντι, τὰ δ’ἐξ ἀπείρων ἄπειρα φανέοντα.

3 Β 49

ἀρχὰν γὰρ οὐδὲ τὸ γνωσούμενον ἐσσεῖται πάντων ἀπείρων ἐόντων.

4 Β 58

καὶ πάντα γα μὰν τὰ γιγνωσκόμενα ἀριθμὸν ἔχοντι ·οὐ γὰρ οἷόν τε οὐδὲν οὔτε νοηθῆμεν οὔτε γνωσθῆμεν ἄνευ τούτου.

8 B 150

ἡ μὲν μονὰς ὡς ἂν ἀρχὴ οὖσα πάντων.


(Stob, Ecl., I, 21, 8.)
7 [B 91]

τὸ πρᾶτον ἁρμοσθέν, τὸ ἕν, ἐν τῶι μέσωι τᾶς σφαίρας ἑστία καλεῖται.