Page:Weil - Intuitions pré-chrétiennes, 1951.djvu/186

La bibliothèque libre.
Le texte de cette page a été corrigé et est conforme au fac-similé.

11 [B 139-160]

ψεῦδος δὲ οὐδὲν δέχεται ἁ τῶ ἀριθμῶ φύσις, οἁ ἁρμονία· οὐ γὰρ οἰκεῖον αὐτῶ ἐστι. Τᾶς τῶ [τοι?] ἀπείρω καὶ ἀνοήτω καὶ ἀλόγω φύσιος τὸ ψεῦδος καὶ ὁ φθόνος ἐστί.

ψεῦδος δὲ οὐδαμῶς ἐς ἀριθμὸν ἐπιπνεῖ πολέμιον γὰρ καὶ ἐχθρδὸν τᾷ φύσει τὸ ψεῦδος, ἁ δ’ἀλήθεια οἰκεῖον, καὶ σύμφυτον τᾷ τῶ ἀριθμῶ γενεᾷ — γνωμικὰ γὰρ ἁ φύσις ἁ τῶ ἀριθμῶ καὶ ἡγεμονικὰ καὶ διδασκαλικὰ τῶ ἀπορουμένω παντὸς καὶ ἀγνοουμένω παντί — οὐ γὰρ ἧς δῆλον οὐδενὶ οὐδὲν τῶν πραγμάτων οὔτε αὐτῶν ποθ’αὑτὰ οὔτε ἄλλω πρὸς ἄλλο, εἰμὴ ἦς ἀριθμὸς καὶ ἁ τούτω οὐσία — νῦν δὲ οὕτος καττὰν ψυχὰν ἁρμόζων αἰσθήσει πάντα γνωστὰ καὶ ποτάγορα ἀλλάλοις κατὰ γνώμονος φύσιν ἀπεργάζεται σωματῶν καὶ σχίζων τοὺς λόγους χωρὶς ἑκάστους τῶν πραγμάτων τῶν τε ἀπείρων καὶ τῶν περαινόντων.

6 [B 62]

περὶ δὲ φύσιος καὶ ἁρμονίας ὧδε ἔχει — ἁ μὲν ἐστὼ τῶν πραγμάτων ἀίδιος ἔσσα καὶ αὐτὰ μὲν ἁ φύσις θείαν γε καὶ οὐκ ἀνθρωπίνην ἐνδέχεται γνῶσιν πλέον γα ἢ ὅτι οὐχ οἷόν τ’ἦν οὐθὲν τῶν ἐόντων καὶ γιγνωσκόμενον ὑφ’ ἁμῶν γε γενέσθαι μὴ ὑπαρχούσας τᾶς ἐκτοῦς τῶν πρα γμάτων, ἐξ ὧν συνέστα ὁ κόσμος, καὶ τῶν περαινόντων καὶ τῶν ἀπείρων — ἐπεὶ δὲ ταὶ ἀρχαὶ ὑπᾶρχον οὐχ ὁμοῖαι οὐδ’ ὁμόφυλοι ἔσσαι, ἢδη ἀδύνατον ἧς κα αὐταῖς κοσμηθῆναι, εἰ μὴ ἁρμονία ἐπεγένετο ῷτινιῶν ἅδε τρόπῷ ἐγένετο — τὰ μὲν ὦν ὁμοῖα καὶ ὁμόφυλα ἁρμονίας οὐδὲν ἐπεδέοντο, τὰ δὲ ἀνόμοια μηδὲ ὁμόφυλα μηδὲ ἰσοταγῆ ἀνάγκα τᾷ τοιαύτᾷ ἁρμονίᾷ συγκεκλεῖσθαι, οἵαι μέλλοντι ἐν κόσμῳ κατέχεσθαι.

10 [B 61]

— ἔστι γὰρ ἁρμονία πολυμιγέων ἕνωσις καὶ δίχα φρονεόντων συμφρόνησις.


(H. Diels, Die Fragmente der Varsokratiker, Berlin, 1903, B. N., in-8o, R. 18.658.)