Page:Ésope - Fables - Émile Chambry.djvu/155

La bibliothèque libre.
Le texte de cette page a été corrigé et est conforme au fac-similé.

χώραν ἦλθε, λέγεται ἐξαίφνης συντριβῆναι τὴν ἅμαξαν. Οἱ δὲ ὥσπερ πολύτιμον φόρτον τὰ ἐξ αὐτῆς ἁρπάσαντες οὐκ ἀφῆκαν εἰς ἄλλους ἀνθρώπους προελθεῖν.

Ὅτι Ἄραβες ὑπὲρ πᾶν ἔθνος ψευσταὶ καὶ ἀπατεῶνές εἰσιν· ἐν γλώσσῃ γὰρ αὐτῶν οὐκ ἔστιν ἀλήθεια.

113


Εὐνοῦχος καὶ ἱερεύς.


Εὐνοῦχος προσῆλθε ἱερεῖ, θυσίαν ὑπὲρ αὐτοῦ ποιῆσαι παρακαλῶν εἰς τὸ γενέσθαι παίδων πατέρα. Ὁ δὲ ἱερεὺς ἔφη· « Ὅτε μὲν πρὸς τὴν θυσίαν ἀπίδω, πατέρα σε γενέσθαι παίδων παρακαλῶ· ὅτε δὲ τὴν σὴν ὄψιν ἴδω, οὐδ᾿ ἀνὴρ φαίνῃ. »

114


Ἐχθροὶ δύο.


Δύο τινὲς ἀλλήλοις ἐχθραίνοντες ἐπὶ τῆς αὐτῆς νεὼς ἔπλεον, ὧν ἅτερος μὲν ἐπὶ τῆς πρύμνης, ἅτερος δὲ ἐπὶ τῆς πρῴρας ἐκάθητο. Χειμῶνος δὲ ἐπιγενομένου καὶ τῆς νεὼς μελλούσης ἤδη καταποντίζεσθαι, ὁ ἐπὶ τῆς πρύμνης τὸν κυβερνήτην ἤρετο πότερον τῶν μερῶν τοῦ πλοίου πρότερον μέλλει καταβαπτίζεσθαι. Τοῦ δὲ τὴν πρῴραν εἰπόντος· « Ἀλλ᾿ ἔμοιγε οὐκ ἔστι λυπηρόν, εἶπεν, ὁ θάνατος, εἴγε ὁρᾶν μέλλω πρὸ ἐμοῦ τὸν ἐχθρὸν ἀποθνῄσκοντα. »

Ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ τῶν ἀνθρώπων οὐδὲν τῆς ἑαυτῶν βλάβης φροντίζουσιν, ἐὰν τοὺς ἐχθροὺς μόνον ἴδωσι πρὸ αὐτῶν κακουμένους.

115


Ἔχις καὶ ἀλώπηξ.


Ἔχις ἐπὶ παλιούρων δέσμῃ ὑπὲρ ποταμὸν παρεφέρετο.