Page:Ésope - Fables - Émile Chambry.djvu/193

La bibliothèque libre.
Le texte de cette page a été corrigé et est conforme au fac-similé.
161


Κολοιὸς καὶ κόρακες.


Κολοιὸς τῷ μεγέθει τῶν ἄλλων κολοιῶν διαφέρων, ὑπερφρονήσας τοὺς ὁμοφύλους, παρεγένετο πρὸς τοὺς κόρακας καὶ τούτοις ἠξίου συνδιαιτᾶσθαι. Οἱ δὲ ἀμφιγνοοῦντες αὐτοῦ τό τε εἶδος καὶ τὴν φωνὴν παίοντες αὐτὸν ἐξέβαλον. Καὶ ὃς ἀπελαθεὶς ὑπ᾿ αὐτῶν ἧκε πάλιν πρὸς τοὺς κολοιούς. Οἱ δὲ ἀγανακτοῦντες ἐπὶ τῇ ὕβρει οὐ προσεδέξαντο αὐτόν. Οὕτω τε συνέβη αὐτῷ τῆς ἐξ ἀμφοτέρων διαίτης στερηθῆναι.

Οὕτω καὶ τῶν ἀνθρώπων οἱ τὰς πατρίδας ἀπολιπόντες καὶ τὰς ἀλλοδαπὰς προκρίνοντες οὔτε ἐν ἐκείναις εὐδοκιμοῦσι διὰ τὸ ξένοι εἶναι καὶ ὑπὸ τῶν πολιτῶν δυσχεραίνονται διὰ τὸ ὑπερπεφρονηκέναι αὐτούς.

162


Κολοιὸς καὶ ὄρνεα.


Ζεὺς βουλόμενος βασιλέα ὀρνέων καταστῆσαι, προθεσμίαν αὐτοῖς ἔταξεν ἐν ᾗ παραγενήσονται πάντα, ὅπως τὸν ὡραιότατον πάντων καταστήσῃ ἐπ᾿ αὐτοῖς βασιλέα. Τὰ δὲ παραγενόμενα ἐπί τινα ποταμὸν ἀπενίζοντο. Κολοιὸς δέ, συνιδὼν ἑαυτὸν δυσμορφίᾳ περικείμενον, ἀπελθὼν καὶ τὰ ἀποπίπτοντα τῶν ὀρνέων πτερὰ συλλεξάμενος, ἑαυτῷ περιέθηκε καὶ προσεκόλλησε. Συνέβη οὖν ἐκ τούτου εὐειδέστερον πάντων γεγονέναι. Ἐπέστη οὖν ἡ ἡμέρα τῆς προθεσμίας καὶ ἦλθον πάντα τὰ ὄρνεα πρὸς τὸν Δία. Ὁ δὲ κολοιὸς ποικίλος γενόμενος ἧκε καὶ αὐτός. Τοῦ δὲ Διὸς μέλλοντος χειροτονῆσαι αὐτοῖς τὸν κολοιὸν βασιλέα διὰ τὴν εὐπρέπειαν, ἀγανακτήσαντα τὰ ὄρνεα, ἕκαστον τὸ