Page:Ésope - Fables - Émile Chambry.djvu/359

La bibliothèque libre.
Sauter à la navigation Sauter à la recherche
Cette page n’a pas encore été corrigée


Ὁ δὲ εἶπεν· « Ὁ δεσπότης με νεωστὶ ἐπρίατο. — Οὐκοῦν, ἰταμώτατε ζῴων, ἔφη, πρόσφατος ὢν τοιαῦτα βοᾷς, ὅτε ἐμοὶ τῇ οἰκογενεῖ ἐπιτρέπουσιν οἱ δεσπόται, ἀλλ᾽ ἐάν ποτε τοῦτο πράξω, προσαγανακτοῦντες ἀπελαύνουσί με. » Ὁ δὲ ἀπεκρίνατο λέγων· « Οἰκοδέσποινα, ἀλλὰ σύ γε βάδιζε μακράν· οὐχ ὁμοίως γὰρ δυσχεραίνουσιν οἱ δεσπόται ἐπὶ τῇ ἐμῇ φωνῇ ὅσον ἐπὶ τῇ σῇ. »

Πρὸς ἄνδρα πονηροψόγον ἑτέροις ἀεὶ αἰτίας προσάπτειν ἐπιχειροῦντα ὁ λόγος εὔκαιρος.


356
Ψύλλα καὶ ἀθλητής.

Ψύλλα ποτὲ πηδήσασα ἐκάθισεν ἐπὶ ταρσοῦ ποδὸς ἀνδρὸς ἀθλητοῦ νοσοῦντος καὶ ἐνῆκε δῆγμα. Ὁ δ᾽ ἀκροχολήσας εὐτρεπίσας τοὺς ὄνυχας οἷός τε ἦν συνθλάσαι τὴν ψύλλαν. Ἡ δὲ ὑφ᾽ ὁρμῆς φυσικὸν πήδημα λαϐοῦσα ἀπέδρα τοῦ θανεῖν ἀπαλλαγεῖσα. Καὶ ὃς στενάξας εἶπεν· « Ὦ Ἡράκλεις, ὅταν πρὸς ψύλλαν οὕτω <συμμαχῇς>, πῶς ἐπὶ τοὺς ἀνταγωνιστὰς συνεργὸς ἔσῃ ; »

Ἀτὰρ οὖν καὶ ἡμᾶς ὁ λόγος διδάσκει μὴ δεῖν ἐπὶ τὰ ἐλάχιστα καὶ ἀκίνδυνα πράγματα ἐπευθὺς τοὺς θεοὺς ἀνακαλεῖν, ἀλλ᾽ ἐπὶ τὰς μείζους ἀνάγκας.


357
Ψύλλα καὶ ἄνθρωπος.

Ψύλλα δὲ ποτέ τινι πολλὰ ἠνώχλει.
Καὶ δὴ συλλαϐών· « Τίς εἶ σύ, ἀνεϐόα,
ὅτι πάντα μου μέλη κατεϐοσκήσω
εἰκῆ καὶ μάτην ἐμὲ καταναλίσκων ; »
Ἡ δὲ ἐϐόα· « Οὕτως ζῶμεν, μὴ κτείνῃς·
μέγα γὰρ κακὸν οὐ δύναμαι ποιῆσαι. »