Page:Démosthène - Œuvres complètes, Auger, 1820, tome 6.djvu/31

La bibliothèque libre.
Le texte de cette page a été corrigé et est conforme au fac-similé.
21
Ο ΠΡΟΣ ΛΕΠΤΙΝΗΝ ΛΟΡΟΣ.


λεως πασών εἰσφορῶν καὶ τριηραρχιῶν ὀρθῶς καὶ δικαίως οὐδείς ἐστ’ἀτελὴς ἐκ τῶν παλαιῶν νόμων, οὐδ’οὓς οὗτος ἔγραψε, τοὺς ἀφ’Ἁρμοδίου καὶ Ἀριστογείτονος Σκεψώμεθα δὴ τίνας ἡμῖν εἰσποιεῖ χορηγοὺς εἰς ἐκείνας τὰς λῃτουργίας, καὶ πόσους, ἐὰν μὴ τούτῳ προσέχωμεν, ἀφήσει. Οἱ μὲν τοίνυν πλουσιώτατοι τριηραρχοῦντες ἀεὶ τῶν χορηγιῶν ἀτελεῖς ὑπάρχουσιν, οἱ δ’ἐλάττω τῶν ἱκανῶν κεκτημένοι, τὴν ἀναγκαίαν ἀτέλειαν ἔχοντες, ἔξω τοῦ τέλους εἰσὶ τούτου· οὐκοῦν τούτων μὲν οὐδετέρων οὐδεὶς διὰ τὸν νόμον ἡμῖν προσέσται χορηγός Ἀλλὰ νὴ Δί’εἰς τὰς τῶν μετοίκων λῃτουργίας εἰσποιεῖ πολλούς. Ἀλλ’ἐὰν δείξῃ πέντε, ἐγὼ ληρεῖν ὁμολογῶ

Θήσω τοίνυν ἐγὼ μὴ τοιοῦτον εἶναι τοῦτο, ἀλλὰ καὶ τῶν μετοίκων πλείονας ἢ τοσούτους, ἐὰν ὁ νόμος τεθῇ, τοὺς λῃτουργοῦντας ἔσεσθαι, καὶ τῶν πολιτῶν μηδέν’ἐκ τριηραρχίας ὑπάρξειν ἀτελῆ. Σκεψώμεθα δὴ τί τοῦτο τῇ πόλει, ἐὰν ἅπαντες οὗτοι λῃτουργῶσιν· φανήσεται γὰρ οὐδὲ πολλοῦ δεῖ τῆς γενησομένης ἄξιον αἰσχύνης Ὅρατε δ’οὑτωσί. Εἰσὶ τῶν ξένων ἀτελεῖς δέκα θήσω· καὶ μὰ τοὺς θεούς, ὅπερ εἶπον ἀρτίως, οὐκ οἶμαι πέντ’εἶναι Καὶ μὴν τῶν γε πολιτῶν οὐκ εἰσὶ πλείους ἢ πέντ’ἢ ἕξ Οὐκοῦν ἀμφοτέρων ἑκκαίδεκα Ποιήσωμεν αὐτοὺς εἴκοσιν, εἰ δὲ βούλεσθε, τριάκοντα Πόσοι δή ποτ’εἰσὶν οἱ κατ’ἐνι-