Aller au contenu

Page:Démosthène - Œuvres complètes, Auger, 1820, tome 6.djvu/32

La bibliothèque libre.
Le texte de cette page a été corrigé et est conforme au fac-similé.
22
Ο ΠΡΟΣ ΛΕΠΤΙΝΗΝ ΛΟΡΟΣ.


αυτὸν τὰς ἐγκυκλίους λῃτουργίας λῃτουργοῦντες, χορηγοὶ καὶ γυμνασίαρχοι καὶ ἑστιάτορες ; Ἑξήκοντ’ἴσως ἢ μικρῷ πλείους σύμπαντες οὗτοι Ἵν’οὖν τριάκοντ’ἄνθρωποι πλείους παρὰ πάντα τὸν χρόνον λῃτουργήσωσιν ἡμῖν, τοὺς ἅπαντας ἀπίστως πρὸς ἡμᾶς αὐτοὺς διαθῶμεν ; Ἀλλ’ἴσμεν ἐκεῖνο δήπου, ὅτι λῃτουργήσουσιν μέν, ἄνπερ ἡ πόλις ᾖ, πολλοὶ καὶ οὐκ ἐπιλείψουσιν, εὖ δὲ ποιεῖν ἡμᾶς οὐδεὶς ἐθελήσει, τοὺς πρότερον ποιήσαντας ἐὰν ἠδικημένους ἴδῃ. (23) Εἶεν. Εἰ δὲ δὴ τὰ μάλιστ’ἐπέλειπον οἱ χορηγεῖν οἷοί τε, πρὸς Διὸς πότερον κρεῖττον ἦν εἰς συντέλειαν ἀγαγεῖν τὰς χορηγίας ὥσπερ τὰς τριηραρχίας, ῎ἢ τοὺς εὐεργέτας ἀφελέσθαι τὰ δοθέντα ; Ἐγὼ μὲν ἐκεῖν’οἶμαι. Νῦν μέν γε τὸν χρόνον, ὃν ἂν τούτων ἕκαστος λῃτουργῇ, δίδωσι τὴν ἀνάπαυσιν αὐτοῖς μόνον, μετὰ ταῦτα δ’οὐδὲν ἔλαττον ἕκαστος αὐτῶν ἀναλώσει· τότε δ’ἄν, μικρᾶς συντελείας ἀπὸ τῶν ὑπαρχόντων ἑκάστῳ γιγνομένης, οὐδὲν ἔπασχε δεινὸν οὐδείς, οὐδ’εἰ πάνυ μικρὰ κεκτημένος ἦν

Οὕτω τοίνυν τινές, ὦ ἄνδρες Ἀθηναῖοι, σφόδρ’ἔχουσ’ἀλογίστως ὥστ’ἐπιχειροῦσι λέγειν πρὸς μὲν ταῦτ’οὐδέν, ἄλλα δὲ τοιαδί, ὡς ἄρα δεινόν, εἰ ἐν κοινῷ μὲν μηδ’ὁτιοῦν ὑπάρχει τῇ πόλει, ἰδίᾳ δέ τινες