Page:Le Tombeau de Théophile Gautier, 1873.djvu/188

La bibliothèque libre.
Le texte de cette page a été corrigé et est conforme au fac-similé.
170
LE TOMBEAU



ΕΠΙΓΡΑΜΜΑΤΑ ΕΠΙΤΥΜΒΙΔΙΑ


ΕΙΣ ΘΕΟΦΙΛΟΝ.


I.

Πᾶσι θεοῖς πάντως δὲ θεῷ φίλον ἄνδρα Λυκείῳ
ὡς νέον ὄντ’ ἐτύμως ὠνόμασαν Χάριτες.


II.

Ἐνθάδε πιερίοισι κόμην στεφάνοισιν ἐλιχθεὶς
τύμβον ἄκαιρον ἔχων οὔνομv’ ἄθαπτον ἔχει,
οὔνομ’ ἄθικτον ἀεὶ θανάτου καὶ ἀτρύμονα τιμὴν
ἡδυεπὴς Μούσαις ἡδυθρόοις θεράπων.
Ἢν ποτ’ ἐπωνυμίας χάριν εἴχε θεῷ φίλος ἐν γῇ
τήνδε θανὼν ἔτ’ ἕχει νέρτερος ἐν φθιμένοις,
Περσεφόνῃ τ’ Ἀΐδῃ τε θεῷ φίλος · Οὐδὲ γὰρ ἄλλων
οὔτις ἀοιδοπόλων τοῦδ’ ὑπέρεσχε μέλει,
οὐδὲ λύρᾳ συνέπλεξε λόγους ἡδίονι ῥυθμῷ
τερψίνοον τερπνῶς Κύπριν ἐπᾳσόμενος.