Page:Ésope - Fables - Émile Chambry.djvu/219

La bibliothèque libre.
Sauter à la navigation Sauter à la recherche
Cette page n’a pas encore été corrigée


ἀπιστεῖς, ἔφη, δεῦρο· ἐγὼ ἑστιῶ σε. » Ὁ δὲ ἠκολούθει καὶ ἦν ἔνδον οὐδὲν ἢ ὁ λαγωὸς δεῖπνος τῇ ἀλώπεκι. Ὁ δὲ λαγωὸς ἔφη· « Σὺν κακῷ μέν, ἀλλ᾿ ἔμαθόν σου τὸ ὄνομα πόθεν ἐστί, οὐκ ἀπὸ τοῦ κερδαίνειν, ἀλλ᾿ ἀπὸ τοῦ δολοῦν. »

Ὅτι τοῖς περιέργοις πολλάκις μέγιστον κακὸν συνέβη κακῶς τῇ περιεργείᾳ χρωμένοις.

193
Λάρος καὶ ἰκτῖνος.


Λάρος ἰχθὺν καταπιών, διαρραγέντος αὐτῷ τοῦ φάρυγγος, ἐπὶ τῆς ἠϊόνος νεκρὸς ἔκειτο. Ἰκτῖνος δὲ αὐτὸν θεασάμενος ἔφη· « Ἄξια σύ γε πέπονθας, ὅτι πτηνὸν γεννηθεὶς ἐπὶ θαλάσσης τὴν δίαιταν ἐποιοῦ. »

Οὕτως οἱ τὰ οἰκεῖα ἐπιτηδεύματα καταλιπόντες καὶ τοῖς μηδὲν προσήκουσιν ἐπιβαλλόμεμοι εἰκότως δυστυχοῦσιν.

194
Λέαινα καὶ ἀλώπηξ.


Λέαινα ὀνειδιζομένη ὑπὸ ἀλώπεκος ἐπὶ τῷ διὰ παντὸς ἕνα τίκτειν· « Ἕνα, ἔφη, ἀλλὰ λέοντα. »

Ὅτι τὸ καλὸν οὐκ ἐν πλήθει δεῖ μετρεῖν, ἀλλὰ πρὸς ἀρετὴν ἀφορᾶν.

195
Λέοντος βασιλεία.


Λέων τις ἐβασίλευσεν οὐχὶ θυμώδης, οὐδὲ ὠμός, οὐδὲ βίαιος, ἀλλὰ πρᾷος καὶ δίκαιος, ὥσπερ ἄνθρωπος. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας συναθροισμὸς ἐγένετο πάντων τῶν ζώων δοῦναι δίκας καὶ λαβεῖν πρὸς ἄλληλα, ὁ λύκος μὲν προβάτῳ, πάρδαλις δὲ αἰγάγρῳ, ἐλάφῳ δὲ τίγρις, κύων δὲ